Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.111 Joseph. BJ 4.119 (English) >>Joseph. BJ 4.126

4.116 δὲ Τίτος ἤχθετο μὲν ἐπὶ τῷ μὴ παραχρῆμα τιμωρήσασθαι τὸν Ἰωάννην τῆς ἀπάτης, ἱκανὸν δὲ ἀστοχήσαντι τῷ θυμῷ παραμύθιον ἔχων τὸ πλῆθος τῶν αἰχμαλώτων καὶ τοὺς διεφθαρμένους εἰσῄει τε ἀνευφημούμενος εἰς τὴν πόλιν, 4.117καὶ τοῖς στρατιώταις ὀλίγον τοῦ τείχους παρασπάσαι κελεύσας νόμῳ καταλήψεως ἀπειλαῖς μᾶλλον κολάσει τοὺς ταράσσοντας τὴν πόλιν ἀνέστελλε· 4.118πολλοὺς γὰρ ἂν καὶ διὰ τὰ οἰκεῖα μίση καὶ διαφορὰς ἰδίας ἐνδείξασθαι τοὺς ἀναιτίους, εἰ διακρίνοι τοὺς τιμωρίας ἀξίους· ἄμεινον δʼ εἶναι μετέωρον ἐν φόβῳ τὸν αἴτιον καταλιπεῖν τινα τῶν οὐκ ἀξίων αὐτῷ συναπολεῖν· 4.119τὸν μὲν γὰρ ἴσως καὶ σωφρονῆσαι δέει κολάσεως τὴν ἐπὶ τοῖς παρῳχηκόσι συγγνώμην αἰδούμενον, ἀδιόρθωτον δὲ τὴν ἐπὶ τοῖς παραναλωθεῖσι τιμωρίαν εἶναι. 4.120φρουρᾷ μέντοι τὴν πόλιν ἠσφαλίσατο, διʼ ἧς τούς τε νεωτερίζοντας ἐφέξειν καὶ τοὺς εἰρηνικὰ φρονοῦντας θαρραλεωτέρους καταλείψειν ἔμελλεν. Γαλιλαία μὲν οὖν οὕτως ἑάλω πᾶσα, πολλοῖς ἱδρῶσι προγυμνάσασα Ῥωμαίους ἐπὶ τὰ Ἱεροσόλυμα. 4.121

Πρὸς δὲ τὴν εἴσοδον τοῦ Ἰωάννου πᾶς δῆμος ἐξεκέχυτο, καὶ περὶ ἕκαστον τῶν συμπεφευγότων μυρίος ὅμιλος συνηθροισμένοι τὰς ἔξωθεν συμφορὰς ἀνεπυνθάνοντο. 4.122τῶν δὲ τὸ μὲν ἆσθμα θερμὸν ἔτι κοπτόμενον ἐδήλου τὴν ἀνάγκην, ἠλαζονεύοντο δὲ κἀν κακοῖς, οὐ πεφευγέναι Ῥωμαίους φάσκοντες, ἀλλʼ ἥκειν πολεμήσοντες αὐτοὺς ἐξ ἀσφαλοῦς·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.111 Joseph. BJ 4.119 (English) >>Joseph. BJ 4.126

Powered by PhiloLogic